ΕΠΙΚΟΙΝΩΝΙΑ:





Πέμπτη 5 Απριλίου 2018

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ...

+++


 Συναξάριον

 Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι
θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων,
καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα
ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον
(δηλαδὴ τὴν παράδοσιν τῶν καθ
᾿ ἡμᾶς φρικτῶν Μυστηρίων),
τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.








Στίχοι εἰς τὸν Ἱερὸν Νιπτήρα

Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,
Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.

Εἰς τὸν Μυστικν Δεῖπνον

Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
καὶ Πάσχα καινόν· Αἷμα, Σῶμα Δεσπότου.



Ἀπὸ τὸ Τριῴδιον τοῦ Ἀποδείπνου

Ταπεινωθείς, δι' ἡμᾶς ὁ πλούσιος, τοῦ δείπνου ἐξαναστάς,
λέντιον λαβών, τοῦτο περιεζώσω, καὶ κλίνας τὸν αὐχένα,
ἔνιψας τοὺς πόδας, τῶν Μαθητῶν καὶ τοῦ προδότου.

 Τὸ μέγα μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, ἐπὶ τοῦ δείπνου,
συνανακειμένου σου, τοῖς Μύσταις Φιλάνθρωπε, ἀνακαλύψας ἔφης·
Φάγετε ἄρτον τὸν ζωτικόν, πίστει πίετε τὸ αἷμα,
κενωθὲν τῆς θεοπλεύρου σφαγῆς.

Σκηνὴ ἐπουράνιος, ἐδείχθη τὸ ἀνώγεων, ἔνθα τὸ Πάσχα,
Χριστὸς ἐπετέλεσε, τὸ δεῖπνον ἀναίμακτον, καὶ λογικὴ λατρεία·
ἡ τράπεζα δὲ τῶν ἐκεῖ, τελεσθέντων μυστηρίων, νοητὸν θυσιαστήριον.

Τὸ Πάσχα Χριστός ἐστι, τὸ μέγα καὶ σεβάσμιον,
βρωθεὶς ὡς ἄρτος, τυθεὶς δὲ ὡς πρόβατον· αὐτὸς γὰρ ἀνήνεκται,
ὑπὲρ ἡμῶν θυσία, αὐτοῦ τὸ Σῶμα εὐσεβῶς,
καὶ αὐτοῦ τὸ Αἷμα πάντες, μυστικῶς μεταλαμβάνομεν.

 


 

Τὸν ἄρτον εὐλόγησας, ὁ Ἄρτος ὁ οὐράνιος, εὐχαριστήσας,
Πατρὶ τῷ γεννήτορι, λαβὼν καὶ ποτήριον, τοῖς Μαθηταῖς ἐδίδως.
Λάβετε, φάγετε βοῶν, τοῦτό μού ἐστι τὸ Σῶμα,
καὶ τὸ Αἷμα τῆς ἀφθάρτου ζωῆς.

  

 Κάθισμα. Ἦχος α´.
 
Τὸν τάφον σου Σωτὴρ.

Ὁ λίμνας καὶ πηγάς, καὶ θαλάσσας ποιήσας, ταπείνωσιν ἡμᾶς,
ἐκπαιδεύων ἀρίστην, λεντίῳ ζωννύμενος, Μαθητῶν πόδας ἔνιψε,
ταπεινούμενος, ὑπερβολῇ εὐσπλαγχνίας, καὶ ὑψῶν ἡμᾶς,
ἀπὸ βαράθρων κακίας, ὁ μόνος φιλάνθρωπος.


 

Ἕτερον. Ἦχος γ´.
 
Θείας πίστεως.


Ταπεινούμενος, δι' εὐσπλαγχνίαν, πόδας ἔνιψας,
τῶν Μαθητῶν σου, καὶ πρὸς δρόμον θεῖον τούτους κατεύθυνας,
ἀπαναινόμενος Πέτρος δὲ νίπτεσθαι, αὖθις τῷ θείῳ ὑπείκει προστάγματι,
ἐκνιπτόμενος, καὶ σοῦ ἐκτενῶς δεόμενος,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
 


Ὁ Οἶκος.

Τῇ μυστικῇ ἐν φόβῳ τραπέζῃ, προσεγγίσαντες πάντες,
καθαραῖς ταῖς ψυχαῖς, τὸν ἄρτον ὑποδεξώμεθα,
συμπαραμένοντες τῷ Δεσπότῃ, ἵνα ἴδωμεν τοὺς πόδας
πῶς ἀπονίπτει τῶν Μαθητῶν, καὶ ἐκμάσσει τῷ λεντίῳ,
καὶ ποιήσωμεν ὥσπερ κατίδωμεν, ἀλλήλοις ὑποταγέντες,
καὶ ἀλλήλων τοὺς πόδας ἐκπλύνοντες· αὐτὸς γὰρ ὁ Χριστὸς
οὕτως ἐκέλευσε, τοῖς αὐτοῦ Μαθηταῖς ὡς προέφησεν,
ἀλλ
᾿ οὐκ ἤκουσεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.

Καὶ νῦν. Ἦχος πλ. α´.
 
Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων·
Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω,
ἀλλ' ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί·
οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου,
λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε,
ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος,
ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε·
ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.




 Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Ἀμήν!




+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου