ΕΠΙΚΟΙΝΩΝΙΑ:





Σάββατο 22 Δεκεμβρίου 2012

Η ΣΥΛΛΗΨΙΣ ΤΗΣ ΑΓΙΑΣ ΘΕΟΠΡΟΜΗΤΟΡΟΣ ΑΝΝΗΣ

+++



Η ΣΥΛΛΗΨΙΣ
ΤΗΣ ΑΓΙΑΣ ΘΕΟΠΡΟΜΗΤΟΡΟΣ ΑΝΝΗΣ
(9η Δεκεμβρίου)




ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

Στιχηρὰ Προσόμοια τῆς Ἁγίας
  

Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς.

Καρπογονοῦσα ἡ στεῖρα παρ' ἐλπίδα, Παρθένον τὴν μέλλουσαν, τίκτειν Θεὸν ἐν σαρκί, ἀγαλλιάσει φαιδρύνεται, χορεύει χαίρει, μεγαλοφώνως Ἄννα κραυγάζουσα· Φυλαὶ μοι συγχάρητε, ἅπασαι τοῦ Ἰσραήλ, κυοφορῶ καὶ τὸ ὄνειδος τῆς ἀπαιδίας, ἐναποτίθεμαι, ὡς ηὐδόκησεν, ὁ εὐεργέτης ἐπακούσας μου, τῆς προσευχῆς καὶ κατώδυνον, θεραπεύσας καρδίαν, δι᾿ ὠδίνων ὡς ὑπέσχετο.

 Ὁ ἐξ ἀνίκμου πηγάσας ὕδωρ πέτρας, καρπὸν τῇ κοιλίᾳ σου, Ἄννα χαρίζεται, τὴν ἀειπάρθενον Δέσποιναν, ἐξ ἧς τὸ ὕδωρ, τῆς σωτηρίας μέλλει προέρχεσθαι. Οὐκέτι ὡς ἄκαρπος, γῆ παροικεῖς ἐπὶ γῆς, ὀνειδισμοῦ ἠλλοτρίωσαι· γῆν γὰρ βλαστήσεις, καρποφοροῦσαν ζωῆς τὸν ἄσταχυν, τὸν τὰ ὀνείδη ἀφαιρούμενον, πάντων βροτῶν ὡς ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους, μορφωθῆναι τὸ ἀλλότριον.

Τῶν Προφητῶν αἱ προρρήσεις ἐκπληροῦνται· Ὄρος γὰρ τὸ ἅγιον, λαγόσιν ἵδρυται· Κλῖμαξ ἡ θεία φυτεύεται, θρόνος ὁ μέγας, τοῦ Βασιλέως προετοιμάζεται. Τόπος εὐτρεπίζεται ὁ θεοβάδιστος. Βάτος ἡ ἄφλεκτος ἄρχεται, ἀναβλαστάνειν, ἡ Μυροθήκη τοῦ ἁγιάσματος, ἤδη πηγάζει τῆς στειρώσεως, τοὺς ποταμοὺς ἀναστέλλουσα, τῆς θεόφρονος Ἄννης, ἣν ἐν πίστει μακαρίσωμεν.



+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου