ΕΠΙΚΟΙΝΩΝΙΑ:





Δευτέρα 5 Μαρτίου 2012

ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ 2012



+++

ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ 2012















Δοξαστικόν Ἑσπερινοῦ.
Ἦχος β΄.


Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας· τὰ προτυπούμενα πάλαι σκιωδῶς
νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία,
τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται,
τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα,
καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα· ἵνα ὃν σεβόμεθα,
τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα
Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες·
ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή,
εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη.
Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν·
Ὁ Θεὸς σῷσον τὸν λαόν σου, καὶ εὐλόγησον
τὴν κληρονομίαν σου.


+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου